[289δ]
ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.
Νεώτερος Σωκράτης
ἐοίκασι γοῦν.
Ξένος
ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.
Ξένος
τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν, τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα καὶ πάθος.