previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63α]

Σωκράτης
εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.

Πρώταρχος
πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;

Σωκράτης
οὐχ ἡμᾶς, Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι. [63β]

Πρώταρχος
τὸ ποῖον;

Σωκράτης
φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης χωρὶς τοῦ φρονεῖν;’ οἶμαι μὲν πρὸς ταῦτα τόδ᾽ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.

Πρώταρχος
τὸ ποῖον;

Σωκράτης
ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, ‘τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτ᾽ [63ξ] ὠφέλιμον: πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθ᾽ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ αὖ τὴν αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.’

Πρώταρχος
καὶ καλῶς γε εἰρήκατε τὰ νῦν,’ φήσομεν.

Σωκράτης
ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον: ‘ἆρ᾽ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει;’ φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ‘ποίων,’ φαῖεν ἂν ἴσως, ‘ἡδονῶν;’

Πρώταρχος
εἰκός. [63δ]

Σωκράτης
δέ γ᾽ ἡμέτερος λόγος μετὰ τοῦτ᾽ ἐστὶν ὅδε. ‘πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς,’ φήσομεν, ‘ἆρ᾽ ἔτι προσδεῖσθ᾽ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας;’ ‘καὶ πῶς, Σώκρατες,’ ἴσως φαῖεν ἄν, ‘αἵ γ᾽ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας ἡδονάς, καὶ γίγνεσθαί [63ε] τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, δι᾽ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν; ἀλλ᾽ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς ἃς εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθ᾽ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ: τὰς δ᾽ ἀεὶ μετ᾽ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: