previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174α] εἰδότα τὰ μέλλοντα ἔσεσθαι πάντα, τὸν μάντιν. τοῦτον ἄλλον τινὰ λέγεις;

καὶ τοῦτον ἔγωγε, ἔφη, καὶ ἄλλον.

τίνα; ἦν δ᾽ ἐγώ. ἆρα μὴ τὸν τοιόνδε, εἴ τις πρὸς τοῖς μέλλουσιν καὶ τὰ γεγονότα πάντα εἰδείη καὶ τὰ νῦν ὄντα, καὶ μηδὲν ἀγνοοῖ; θῶμεν γάρ τινα εἶναι αὐτόν. οὐ γὰρ οἶμαι τούτου γε ἔτι ἂν εἴποις οὐδένα ἐπιστημονέστερον ζῶντα εἶναι.

οὐ δῆτα.

τόδε δὴ ἔτι προσποθῶ, τίς αὐτὸν τῶν ἐπιστημῶν ποιεῖ εὐδαίμονα; ἅπασαι ὁμοίως;

οὐδαμῶς ὁμοίως, ἔφη. [174β]

ἀλλὰ ποία μάλιστα; τί οἶδεν καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν μελλόντων ἔσεσθαι; ἆρά γε τὸ πεττευτικόν;

ποῖον, δ᾽ ὅς, πεττευτικόν;

ἀλλ᾽ τὸ λογιστικόν;

οὐδαμῶς.

ἀλλ᾽ τὸ ὑγιεινόν;

μᾶλλον, ἔφη.

ἐκείνη δ᾽ ἣν λέγω μάλιστα, ἦν δ᾽ ἐγώ, τί;

ἧι τὸ ἀγαθόν, ἔφη, καὶ τὸ κακόν.

μιαρέ, ἔφην ἐγώ, πάλαι με περιέλκεις κύκλῳ, ἀποκρυπτόμενος ὅτι οὐ τὸ ἐπιστημόνως ἦν ζῆν τὸ εὖ πράττειν [174ξ] τε καὶ εὐδαιμονεῖν ποιοῦν, οὐδὲ συμπασῶν τῶν ἄλλων ἐπιστημῶν, ἀλλὰ μιᾶς οὔσης ταύτης μόνον τῆς περὶ τὸ ἀγαθόν τε καὶ κακόν. ἐπεί, Κριτία, εἰ 'θέλεις ἐξελεῖν ταύτην τὴν ἐπιστήμην ἐκ τῶν ἄλλων ἐπιστημῶν, ἧττόν τι μὲν ἰατρικὴ ὑγιαίνειν ποιήσει, δὲ σκυτικὴ ὑποδεδέσθαι, δὲ ὑφαντικὴ ἠμφιέσθαι, δὲ κυβερνητικὴ κωλύσει ἐν τῇ θαλάττῃ ἀποθνῄσκειν καὶ στρατηγικὴ ἐν πολέμῳ;

οὐδὲν ἧττον, ἔφη.

ἀλλ᾽, φίλε Κριτία, τὸ εὖ γε τούτων ἕκαστα γίγνεσθαι [174δ] καὶ ὠφελίμως ἀπολελοιπὸς ἡμᾶς ἔσται ταύτης ἀπούσης.

ἀληθῆ λέγεις.

οὐχ αὕτη δέ γε, ὡς ἔοικεν, ἐστὶν σωφροσύνη, ἀλλ᾽ ἧς ἔργον ἐστὶν τὸ ὠφελεῖν ἡμᾶς. οὐ γὰρ ἐπιστημῶν γε καὶ ἀνεπιστημοσυνῶν ἐπιστήμη ἐστίν, ἀλλὰ ἀγαθοῦ τε καὶ κακοῦ: ὥστε εἰ αὕτη ἐστὶν ὠφέλιμος, σωφροσύνη ἄλλο τι ἂν εἴη ὠφελίμη ἡμῖν.

τί δ᾽, δ᾽ ὅς, οὐκ ἂν αὕτη ὠφελοῖ; εἰ γὰρ ὅτι μάλιστα τῶν ἐπιστημῶν ἐπιστήμη ἐστὶν σωφροσύνη, ἐπιστατεῖ [174ε] δὲ καὶ ταῖς ἄλλαις ἐπιστήμαις, καὶ ταύτης δήπου ἂν ἄρχουσα τῆς περὶ τἀγαθὸν ἐπιστήμης ὠφελοῖ ἂν ἡμᾶς.

κἂν ὑγιαίνειν ποιοῖ, ἦν δ᾽ ἐγώ, αὕτη, ἀλλ᾽ οὐχ ἰατρική; καὶ τἆλλα τὰ τῶν τεχνῶν αὕτη ἂν ποιοῖ, καὶ οὐχ αἱ ἄλλαι τὸ αὑτῆς ἔργον ἑκάστη; οὐ πάλαι διεμαρτυρόμεθα ὅτι ἐπιστήμης μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης ἐπιστήμη, ἄλλου δὲ οὐδενός: οὐχ οὕτω;

φαίνεταί γε.

οὐκ ἄρα ὑγιείας ἔσται δημιουργός;

οὐ δῆτα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1955)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: