previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176α] μακάριον εἶναί σε. ἀλλ᾽ ὅρα εἰ ἔχεις τε καὶ μηδὲν δέῃ τῆς ἐπῳδῆς: εἰ γὰρ ἔχεις, μᾶλλον ἂν ἔγωγέ σοι συμβουλεύσαιμι ἐμὲ μὲν λῆρον ἡγεῖσθαι εἶναι καὶ ἀδύνατον λόγῳ ὁτιοῦν ζητεῖν, σεαυτὸν δέ, ὅσῳπερ σωφρονέστερος εἶ, τοσούτῳ εἶναι καὶ εὐδαιμονέστερον.

καὶ Χαρμίδης, ἀλλὰ μὰ Δί᾽, δ᾽ ὅς, ἔγωγε, Σώκρατες, οὐκ οἶδα οὔτ᾽ εἰ ἔχω οὔτ᾽ εἰ μὴ ἔχω: πῶς γὰρ ἂν εἰδείην γε μηδ᾽ ὑμεῖς οἷοί τέ ἐστε ἐξευρεῖν ὅτι ποτ᾽ ἔστιν, [176β] ὡς φῂς σύ; ἐγὼ μέντοι οὐ πάνυ σοι πείθομαι, καὶ ἐμαυτόν, Σώκρατες, πάνυ οἶμαι δεῖσθαι τῆς ἐπῳδῆς, καὶ τό γ᾽ ἐμὸν οὐδὲν κωλύει ἐπᾴδεσθαι ὑπὸ σοῦ ὅσαι ἡμέραι, ἕως ἂν φῇς σὺ ἱκανῶς ἔχειν.

εἶεν: ἀλλ᾽, ἔφη Κριτίας, Χαρμίδη, ἢν δρᾷς τοῦτο ἔμοιγ᾽ ἔσται τοῦτο τεκμήριον ὅτι σωφρονεῖς, ἢν ἐπᾴδειν παρέχῃς Σωκράτει καὶ μὴ ἀπολείπῃ τούτου μήτε μέγα μήτε σμικρόν.

ὡς ἀκολουθήσοντος, ἔφη, καὶ μὴ ἀπολειψομένου: δεινὰ [176ξ] γὰρ ἂν ποιοίην, εἰ μὴ πειθοίμην σοὶ τῷ ἐπιτρόπῳ καὶ μὴ ποιοίην κελεύεις.

ἀλλὰ μήν, ἔφη, κελεύω ἔγωγε.

ποιήσω τοίνυν, ἔφη, ἀπὸ ταυτησὶ τῆς ἡμέρας ἀρξάμενος.

οὗτοι, ἦν δ᾽ ἐγώ, τί βουλεύεσθον ποιεῖν;

οὐδέν, ἔφη Χαρμίδης, ἀλλὰ βεβουλεύμεθα.

βιάσῃ ἄρα, ἦν δ᾽ ἐγώ, καὶ οὐδ᾽ ἀνάκρισίν μοι δώσεις;

ὡς βιασομένου, ἔφη, ἐπειδήπερ ὅδε γε ἐπιτάττει: πρὸς ταῦτα σὺ αὖ βουλεύου ὅτι ποιήσεις. [176δ]

ἀλλ᾽ οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή: σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τ᾽ ἔσται ἐναντιοῦσθαι ἀνθρώπων.

μὴ τοίνυν, δ᾽ ὅς, μηδὲ σὺ ἐναντιοῦ.

οὐ τοίνυν, ἦν δ᾽ ἐγώ, ἐναντιώσομαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1955)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: