Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡμιχόριον 1
πόνος πόνῳ πόνον φέρει.
πᾷ πᾷ
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870ἰδού.
δοῦπον αὖ κλύω τινά. Ἡμιχόριον 2
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν. Ἡμιχόριον 1
τί οὖν δή; Ἡμιχόριον 2
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν Ἡμιχόριον 1
875ἔχεις οὖν; Ἡμιχόριον 2
πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον. Ἡμιχόριον 1
ἀλλ᾽ οὐδὲ μὲν δὴ τὴν ἀφ᾽ ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.