previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρέων

ἄληθες; ἀλλ᾽ οὐ τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι,
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
760ἄγαγε τὸ μῖσος ὡς κατ᾽ ὄμματ᾽ αὐτίκα
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.

Αἵμων

οὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰ
τοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν,
765ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.

Χορός

ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς:
νοῦς δ᾽ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.

Κρέων

δράτω: φρονείτω μεῖζον κατ᾽ ἄνδρ᾽ ἰών:
τὼ δ᾽ οὖν κόρα τώδ᾽ οὐκ ἀπαλλάξει μόρου.

Χορός

770ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;

Κρέων

οὐ τήν γε μὴ θιγοῦσαν: εὖ γὰρ οὖν λέγεις.

Χορός

μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;

Κρέων

ἄγων ἔρημος ἔνθ᾽ ἂν βροτῶν στίβος
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
775φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις.
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽ ὅτι
780πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1900)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 991
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: