previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. ὄντος δ᾽ αὐτοῦ ἐνταῦθα Λεσβίων ἀφικνοῦνται πρέσβεις βουλόμενοι αὖθις ἀποστῆναι: καὶ αὐτὸν μὲν πείθουσιν, ὡς δ᾽ οἵ τε Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἀπρόθυμοι ἦσαν διὰ τὸ πρότερον σφάλμα, ἄρας ἔπλει ἐπὶ τῆς Χίου. καὶ χειμασθεισῶν τῶν νεῶν ὕστερον ἀφικνοῦνται ἄλλαι ἄλλοθεν ἐς τὴν Χίον. [2] καὶ μετὰ τοῦτο Πεδάριτος, τότε παριὼν πεζῇ ἐκ τῆς Μιλήτου, γενόμενος ἐν Ἐρυθραῖς διαπεραιοῦται αὐτός τε καὶ στρατιὰ ἐς Χίον: ὑπῆρχον δὲ αὐτῷ καὶ ἐκ τῶν πέντε νεῶν στρατιῶται ὑπὸ Χαλκιδέως ἐς πεντακοσίους ξὺν ὅπλοις καταλειφθέντες. [3] ἐπαγγελλομένων δέ τινων Λεσβίων τὴν ἀπόστασιν, προσφέρει τῷ τε Πεδαρίτῳ καὶ τοῖς Χίοις Ἀστύοχος τὸν λόγον ὡς χρὴ παραγενομένους ταῖς ναυσὶν ἀποστῆσαι τὴν λέσβον: γὰρ ξυμμάχους πλείους σφᾶς ἕξειν, τοὺς Ἀθηναίους, ἤν τι σφάλλωνται,κακώσειν. οἱ δ᾽ οὐκ ἐσήκουον, οὐδὲ τὰς ναῦς Πεδάριτος ἔφη τῶν Χίων αὐτῷ προήσειν.

load focus Notes (T. G. Tucker, 1892)
load focus English (Benjamin Jowett, 1881)
load focus English (Thomas Hobbes, 1843)
load focus English (1910)
hide References (4 total)
  • Commentary references to this page (1):
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), LESBOS
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: