previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[55] καὶ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων λαβὼν Ἰβηρίαν, τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδ᾽ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον. λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν. ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου: καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν. Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἀσέλγειαν ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν: ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: