[60]
μετὰ δὲ τοῦτο ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δ᾽ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τε τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγών, τοῖς τε ὑπηκόοις αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις: ἅτε γὰρ καὶ τέως αὐτοῖς οὐκ ἐπ᾽ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι κατεφρόνησεν ὡς πολεμίων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.