[36]
Σκιπίων δὲ φρουρὰν ἔχων ἀμφ᾽ αὑτὸν ἀφανῆ, πρῶτα μὲν αὐτοῖς ἐπεμέμφετο τῶν γεγονότων, εἶτ᾽ ἔφη τὴν αἰτίαν ἀναθήσειν μόνοις τοῖς ἄρξασιν, ‘οὓς ἐγὼ κολάσω δι᾽ ὑμῶν.’ καὶ λέγων ἔτι προσέταξε τοῖς ὑπηρέταις διαστῆσαι τὸ πλῆθος. οἱ μὲν δὴ διίστανον, οἱ δὲ βουλευταὶ τοὺς αἰτίους παρῆγον ἐς τὸ μέσον. ἀναβοησάντων δὲ αὐτῶν, καὶ τοὺς συστρατιώτας βοηθῆσαι σφίσι παρακαλούντων, τοὺς ἐπιφθεγγομένους εὐθὺς ἔκτεινον οἱ χιλίαρχοι. καὶ τὸ μὲν πλῆθος ἐπειδὴ τὴν ἐκκλησίαν φρουρουμένην εἶδεν, ἐφ᾽ ἡσυχίας ἦν σκυθρωποῦ: ὁ δὲ Σκιπίων τοὺς ἐς τὸ μέσον παραχθέντας αἰκισάμενος, καὶ μᾶλλον αὐτῶν τοὺς ἐκβοήσαντας, ἐκέλευσε τοὺς αὐχένας ἁπάντων ἐς τοὔδαφος παττάλοις προσδεθέντας ἀποτμηθῆναι, καὶ τοῖς ἄλλοις ἀμνηστίαν ἐκήρυξε διδόναι.
ὧδε μὲν τὸ στρατόπεδον καθίστατο τῷ Σκιπίωνι:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.