previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτ᾽ ἔστι τὸ νῦν ὑφ᾽ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν. [2] ἀλλ᾽ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσ᾽ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατ᾽ ἀνάγκην ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν. [3] σημεῖον δὲ τούτου: ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατ᾽ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν, [4] ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δ᾽ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, φέρονται κατ᾽ ἀνάγκην πρὸς τὸ Βυζάντιον. [5] ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως: [6] ἄν τε γὰρ ἀφ᾽ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τ᾽ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δ᾽ εὐπαρακόμιστός ἐστιν πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατ᾽ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον, [7] ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν. [8] ἀφ᾽ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές. [9] ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς, [10] ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις. [11]

τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτ᾽ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), CHRYSO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), SESTUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: