previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τῆς τύχης εὐροούσης ἐπαιρόμενος τοῖς πράγμασι πολλὰς μὲν ἀνέφυε καὶ μεγάλας ἐπιθυμίας, δ᾽ ἔμφυτος κακία, τὸν παρὰ φύσιν σχηματισμὸν ἐκβιαζομένη καὶ ἀναδύουσα, κατὰ μικρὸν ἀπεγύμνου καὶ διέφαινεν αὐτοῦ τὸ ἦθος, πρῶτον μὲν ἰδίᾳ τὸν νεώτερον Ἄρατον ἠδίκει περὶ τὴν γυναῖκα καὶ πολὺν χρόνον ἐλάνθανεν ἐφέστιος ὢν καὶ ξενιζόμενος ὑπ᾽ αὐτῶν: ἔπειτα πρὸς τὰς Ἑλληνικὰς ἐξετραχύνετο πολιτείας καὶ φανερὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος. [2] ἀρχὴν δὲ ὑποψίας τὰ Μεσσηνιακὰ παρέσχε, στασιασάντων γὰρ αὐτῶν μὲν Ἄρατος ὑστέρει βοηθῶν, δὲ Φίλιππος ἡμέρᾳ μιᾷ πρότερον ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς οἶστρόν τινα κατ᾽ ἀλλήλων ἐνέβαλε τοῖς ἀνθρώποις, ἰδίᾳ μὲν ἐρωτῶν τούς στρατηγοὺς τῶν Μεσσηνίων εἰ νόμους κατὰ τῶν πολλῶν οὐκ ἔχουσιν, ἰδίᾳ δὲ πάλιν τούς τῶν πολλῶν προεστῶτας εἰ χεῖρας κατὰ τῶν τυραννούντων οὐκ ἔχουσιν. [3] ἐκ δὲ τούτου θαρρήσαντες οἱ μὲν ἄρχοντες ἐπελαμβάνοντο τῶν δημαγωγῶν, ἐκεῖνοι δὲ μετὰ τῶν πολλῶν [p. 114] ἐπελθόντες τούς τε ἄρχοντας ἀπέκτειναν καὶ τῶν ἄλλων ὀλίγον ἀπολείποντας διακοσίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: