previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Σωκράτης 1 παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατ᾽ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθ᾽ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς,: ἐστιν θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλονὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γ᾽ ὅτι ἥδιστός ἐστιν βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος 2 ἐπ᾽ αὐτοῦ λέγων
νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς
ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει
ἕνθ᾽ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτῳ
3
καὶ
ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,
4
ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα [p. 263] τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναιχάλκεον 5 ὕπνον,’ τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσωσδ᾽ ἔδοξεν ἀποφήνασθαι οὐδ᾽ εἰπὼντὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια:’ προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὕπνος. πάνυ δὲ σοφῶς καὶ κυνικὸς Διογένης κατενεχθεὶς εἰσὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, ‘οὐδένἔφη: ‘ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: