previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δ᾽ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ 1 ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι
οὐκ ἐπὶ πᾶσὶν ς1 ἐφύτευς1 ἀγαθοῖς, 2
Ἀγάμεμνον, Ἀτρεύς.
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι:
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν᾽ 3 ἔσται
καὶ τὸ ὑπὸ Μενάνδρου 4 ῥηθὲν
εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, 4 αὑτῷ Η: αὑτῷ 10 ναυξκ. π. 447 12 ιδ. π. 697 [p. 252]
ὅτ᾽ ἔτικτεν μήτηρ ς1, ἐφ᾽ τε 5 διατελεῖν
πράσσων βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς: ἔστι γάρ σ᾽ 6 ἐψευσμένος,
ἄτοπόν τε πεποίηκ᾽ εἰ δ᾽ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφ᾽ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως: ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
σὺ δ᾽οὔθ᾽ ὑπερβάλλοντα τρόφιμ᾽ ἀπώλεσας
ἀγαθά, τὰ νυνὶ 7 τ᾽ 8 ἐστὶ μέτριά σοι κακά.
ὥστ᾽ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν 9 φέρε.
ἀλλ᾽ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες διὰ χρημάτων περιουσίαν ἄφθονον διὰ μέγεθος ἀρχῆς διά τινας προεδρίας πολιτικὰς διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς: τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδ᾽ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. [p. 253] ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς
τροχοῦ γὰρ περιστείχοντος ἄλλοθ᾽ ἡτέρα
10 ἁψὶς ὕπερθε γίγνετ᾽ ἄλλοθ᾽ ἡτέρα.

1 δὲ καὶ] δ᾽ H

2 Eurip. Iph. A. 29

3 βουλόμεν Euripides: βουλομένων

4 Μενάνδρου] Meinek. IV p. 227

5 τε Schaeferus: γε

6 σ᾽ Grotius

7 τὰ νυνί Bentleius: τὰ νῦν

8 τ᾽ H: δ᾽

9 ὄν addidi

10 Bergk. 3 p. 740

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: