Ῥωμαίων ἀποφθέγματα
Μανίου Κυρίου
1Μάνιος Κούριος, ἐγκαλούντων αὐτῷ τινων ὅτι τῆς αἰχμαλώτου χώρας ὀλίγον ἑκάστῳ μέρος διένειμε τὴν δὲ πολλὴν ἐποίησε δημοσίαν, ἐπηύξατο μηδένα γενέσθαι Ῥωμαίων, ὃς ὀλίγην ἡγήσεται γῆν τὴν τρέφουσαν.
Σαυνιτῶν δὲ μετὰ τὴν ἧτταν ἀφικομένων πρὸς αὐτὸν καὶ χρυσίον διδόντων, ἔτυχεν ἐν χύτραις 2 ἕψων γογγυλίδας ἀπεκρίνατο δὲ τοῖς Σαυνίταις μηδὲν χρυσίου δεῖσθαι τοιοῦτον δεῖπνον δειπνῶν αὑτῷ δὲ βέλτιον εἶναι τοῦ χρυσίον ἔχειν τὸ κρατεῖν τῶν ἐχόντων.