Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ
λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα, τὰ δ᾽
οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν
ἀδελφόν. ὡς δ᾽
ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ1 βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει
τὸ ἔργον,2 καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε
δι᾽ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δ᾽ οὐκέτι
τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλ᾽ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς: