Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένης; ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν ‘καλάνδας,’ ὅτι πᾶν τὸ
[p. 40] κρύφα καὶ λάθρα ‘κλάμ’ καὶ ‘κηλάρι’ τὸ λανθάνειν: τὴν δὲ πρώτην φάσιν ‘νώνας’ τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν: καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς
προσαγορεύουσι: τὰς δ᾽ ‘εἰδοὺς ἢ’ διὰ τὸ κάλλος καὶ
τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ
τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τὸ παρ᾽ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμπειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως
ἀνωμαλία διαφεύγουσα τὸν λόγον.