previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δ᾽αὔγουρος,’ ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνηναὔγουραςδὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι;πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς: κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν 1 ἀπολῦσαι τῶν ὅρκων οὐ θέλουσιν ἰδιώτην γενόμενον; 2 τιμῆς οὐκ ἔστιν οὐδ᾽ ἀρχῆς ἀλλ᾽ ἐπιστήμης ὄνομα καὶ τέχνης αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δ᾽ οὐ καθιστᾶσιν, εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: