Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δ᾽ εἰσὶν οἱ τοῖς
Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν
περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων ;᾽’ πότερον ὅτι
καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα ‘Φεβρουάριον’
καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην ‘φεβράτην,’
1 καὶ ‘φεβράριν’
2 τὸ τῶν σκυτῶν ἤθει 3 καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος: τῷ δὲ κυνὶ
πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ γε μέχρι νῦν ἔνιοι σφαγίῳ
πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων
ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ
καλοῦντες: ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια: λύκῳ
δὲ κύων [p. 292] πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις;
ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ
πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς
διὰ τὰ αἰπόλια;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.