Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀεὶ τῆς τύχης μέγα
δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ
μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων,
μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ
καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.
‘διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλ᾽ αὐτὸν
ὑφ᾽ 1 ἑαυτοῦ περιεώρων μαραινόμενον’ πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν
σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι
τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδ᾽ ἀναιρεῖν, ὡς
ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς
δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ
φονευόμενον. ἢ διδάσκει τὸ [p. 296] ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε
πῦρ μήθ᾽ ὕδωρ μήτ᾽ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας
διαφθείρειν, ἀλλ᾽ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις,
ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.