Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τί τὸ παρ᾽ Ἀργείοις λεγόμενον ἔγκνισμα;᾽’ τοῖς ἀποβαλοῦσί τινα
συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι
θύειν, ἡμέραις δ᾽ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ
σώματα τῶν ἀποθανόντων δέχεσθαι
τὴν γῆν, οὕτω τὰς
ψυχὰς τὸν Ἑρμῆν: τοῦ δ᾽ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες
λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρ᾽
ἑτέρων δ᾽ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ‘ἔγκνισμα’
προσαγορεύοντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.