Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος: καὶ τοὺς μὲν σκύμνους
ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε. Φαῦστος δὲ ποιμὴν
αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ
Κασάνδρας ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ
ἀνατραφεὶς τοὺς φονεῖς τοῦ πατρὸς ἐτιμωρήσατο:
ὡς Πύρανδρος ἐν τετάρτῳ Πελοποννησιακῶν.
Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς
Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν,