previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν τήν γε Νομᾶ βασιλείαν [p. 350] πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι. καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς οὐδ᾽ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ σύνεδρον καὶ συνάρχουσαν, , καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα κατέσβεσεν: οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι [p. 352] σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν: ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλατταν: οὕτω τὴν Ῥώμην μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς.

δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δ᾽ ἡσυχίας. εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μουτίλος Σίλων θρασὺς τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφ᾽ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδ᾽ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν: νῦν δ᾽ ἔοικε τῆς πρὸς τοὺς [p. 354] ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις τότ᾽ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδ᾽ ἀφορίαν γῆς οὐδ᾽ ἀωρίαν τινὸς θέρους χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δ᾽ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν πόλεμος, κλείεται δ᾽ εἰρήνης γενομένης. Νομᾶ δ᾽ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δἰ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος: τότε δ᾽ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: