previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν τὰ πλείονα, οἶμαι. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο. δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς 1 τοῦ φανταστικοῦ δεομένην, 2 ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλ᾽ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει 3 γιγνομένων, οἴκτου τινος ὑπορρυέντος χαρᾶς προσπεσούσης, ὠλίσθανον 4 εἰςἐνῳδὸν ... 5 γῆρυνἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια [p. 58] καὶ τὰ βιβλία γραμμάτων. δ᾽ Εὐριπίδης 6 εἰπὼν 7 ὡςἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος τὸ πρίνἐνενόησεν, 8 ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν. μηδένα νῦν ἐρᾶν, ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδ᾽ ᾠδαῖςῥίμφα παιδείους9 ὡς Πίνδαρος ἔφητοξεύει μελιγάρεας ὕμνους;’ ἀλλ᾽ ἄτοπον: ἔρωτες γὰρ ἔτι 10 πολλοὶ τῶν ἀνθρώπων 11 ἐπιστρέφονται, ψυχαῖς δ᾽ 12 ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδ᾽ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις, ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δ᾽ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν παλαιῶν: ὅτι 13 οὐδ᾽ ὅσιον 14 εἰπεῖν καλὸν ὡς ἀνέραστος ἦν Ἀκαδήμεια 15 καὶ Σωκράτους καὶ Πλάτωνος; χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δ᾽ οὐκ ἀπολελοίπασι. τί δ᾽ ἀπολείπει τοῦ λέγοντος; ἐρωτικὴν μόνην γεγονέναι Σαπφὼ γυναικῶν 16 μαντικὴν φάσκων μόνην 17 γεγονέναι Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων ἐθεμίστευσαν; ‘ μὲν γὰρ οἶνοςὡς ἔλεγε Χαιρήμων 18τοῖς τρόποις κεράννυται τῶν πινόντων δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ἐρωτικός, [p. 59] χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθ᾽ πέφυκεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: