Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπερβάλλοντες τὸ
μέτριον ἢ προαπολείποντες. τοῦτ᾽ οὖν τοῦ
πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ
ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ
πλημμελείας. ὅπου μὲν γὰρ ὑπ᾽ ἀρρωστίας
καὶ μαλακίας ἢ δέους καὶ ὄκνου
προενδίδωσιν 1 ἡ ὁρμὴ καὶ προαπολείπει τὸ
καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ
ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται
ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ
σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δ᾽
ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς
ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως
καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ
ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον:
ἀλλ᾽ ἡ μὲν ἀπροσδεὴς τοῦ
1 προενδίδωσιν Turnebus: προσενδίδωσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.