Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπαινεῖν καὶ δοκιμάζειν ἄλλα δ᾽ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δ᾽ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἣτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν. οδ. ἔστω σοι καὶ τοῦθ᾽ οὕτως. γρ Ἤδη οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν: ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν. οδ. καὶ τίνος ποτ᾽ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.