Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἦλθον ἔχουσαι θερμότητα μήτ᾽ ἐγένοντο θερμαὶ συνελθοῦσαι; τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.’
‘τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ
καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλ᾽ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς
[p. 434] τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.