Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἔσχηκε τὸ ἦθος: ἡ γὰρ καλουμένη ἁρμονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς
ἀναπείρας. εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς
ἐμπείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ὁ
ἀκριβὴς ἐν μουσικῇ ὁ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπίστασθαι τὴν τῆς χρήσεως αὐτοῦ
οἰκειότητα οὐκ εἴσεται ὃ ποιεῖ: ἀλλ᾽ οὐδὲ τὸ ἦθος
σῴσει: ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν
ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δωρίων,
ἢ οὔ. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.