This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐπεὶ δὲ ἅπαξ τοῦ Ἀπόλλωνος ἐμνήσθην, βούλομαι καὶ τὰ ἄλλα εἰπεῖν, ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς
ἔρωτας ἐδυστύχησεν οὐδὲ τοῦ Ὑακίνθου τὸν φόνον οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλ᾽ ὅτι καὶ καταγνωσθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ καὶ ἐξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ, ἐπέμφθη εἰς τὴν γῆν ἀνθρωπίνῃ χρησόμενος τῇ
τύχῃ: ὅτε δὴ καὶ ἐθήτευσεν ἐν Θετταλίᾳ παρὰ Ἀδμήτῳ καὶ ἐν Φρυγίᾳ παρὰ Λαομέδοντι, παρὰ τούτῳ μέν γε οὐ μόνος ἀλλὰ μετὰ τοῦ Ποσειδῶνος,
ἀμφότεροι πλινθεύοντες ὑπ᾽ ἀπορίας καὶ
ἐργαζόμενοι τὸ τεῖχος: καὶ οὐδὲ ἐντελῆ τὸν μισθὸν ἐκομίσαντο παρὰ τοῦ Φρυγός, ἀλλὰ προσώφειλεν αὐτοῖς πλέον ἢ τριάκοντα, φασί, δραχμὰς Τρωϊκάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.