This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
‘οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι —’ πρέπει γάρ,
οἶμαι, ἄνω: ὄντα μεγαληγορεῖν — ἀποσκοποῦσιν εἰς τὴν γῆν καὶ πάντῃ περιβλέπουσιν ἐπικύπτοντες εἴ ποθεν ὄψονται πῦρ ἀναπτόμενον ἢ
ἀναφερομένην κνῖσαν ‘ ἑλισσομένην περὶ καπνῷ.’ κἂν μὲν θύῃ τις, εὐωχοῦνται πάντες ἐπικεχηνότες
τῷ καπνῷ καὶ τὸ αἷμα πίνοντες τοῖς βωμοῖς
προσχεόμενον ^ ὥσπερ αἱ μυῖαι: ἢν δὲ
οἰκοσιτῶσιν, νέκταρ καὶ ἀμβροσία τὸ δεῖπνον. πάλαι μὲν οὖν καὶ ἄνθρωποι συνειστιῶντο καὶ συνέπινον
αὐτοῖς, ὁ Ἰξίων καὶ ὁ Τάνταλος: ἐπεὶ δὲ ἦσαν
ὑβρισταὶ καὶ λάλοι, ἐκεῖνοι μὲν ἔτι καὶ νῦν κολάζονται, ἄβατος δὲ τῷ θνητῷ γένει καὶ ἀπόρρητος
ὁ οὐρανός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.