previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κράτητος



Κράτης Ἀσκώνδου Θηβαῖος: καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν ... ἤκμαζε δὲ κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατο στὴν Ὀλυμπιάδα.” Diog. L. 6. 85
αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονεςΘεσπιῶνἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ: κατεσκεύασε δ᾽ αὐτὸν Πραξιτέλης. ὃν καὶ θεασάμενος Κράτης κυνικὸς ἔφη τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνάθημα.” Ath. 13. 591 b
ἔνιοι δὲ καὶ πατρίδος στέρησιν καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης.” Plut. Inim. Util. 2
λέγεται δὲ καὶ Δημήτριος Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος: ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδ᾽ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπεφεῦ τῶν πράξεων καὶ ἀσχολιῶν δἰ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν’.” Plut. Adul. ab Amic. 28
“‘Κράτης ἀπολύει τὰ Κράτητος ἵνα μὴ τὰ Κράτητος κρατήσῃ τὸν Κράτητα:’ οὗτος γὰρ ἐκ Βοιωτίας ἕλκων τὸ γένος, φιλοσοφῆσαι θέλων τὴν Κυνικὴν φιλοσοφίαν λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ ἔρριψε τῷ δήμῳ, εἰπὼν τὸν παροιμιώδη τοῦτον λόγον.” Apostol. 10. 5

ά Ἐλεγειῶν


ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν Παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω:

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ:
χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ
χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον.
... 5ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε.
χρήματα δ᾽ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον
μύρμηκός τ᾽ ἄφενος χρήματα μαιόμενος,
ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγινεῖν1
εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.
τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ίλάσομ᾽ ἁγνὰς
οὐ δαπάναις τρυφεραῖς, ἀλλ᾽ ἀρεταῖς ὁσίαις.

CURFRAG.tlg-0336.1
Jul. Or. 6. 199c

καὶ Κράτης μέντοι πεποίηκεν Ὕμνον εἰς τὴν Εὐτέλειαν:

χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα,
Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης,
σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαἰ ἀσκοῦσιν.

CURFRAG.tlg-0336.2
Jul. Or. 6. 199c

Β´ Ἐπῶν


ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος:

Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται
ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.

CURFRAG.tlg-0336.3
Plut. Orb. Lun. 25
π. Στίλπωνος: πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ‘ Κράτηςεἶπε, ‘δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ’ (ὅπερ ἦν νοῦ καὶ ἱματίου): καὶ τὸν ἀχθεσθέντα2 παρῳδῆσαι εἰς αὐτὸν οὕτω:

καὶ μὴν Στίλπων᾽ εἰσεῖδον χαλέπ᾽ ἄλγἐ ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:
ἔνθ᾽ ἔτ᾽ ἐρίζεσκεν, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι:
τὴν δ᾽ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

CURFRAG.tlg-0336.4
Diog. L. 2. 118
φαίνεται δὴ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι, ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι:

Φλειάς ιό ν τ᾽ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ.3

CURFRAG.tlg-0336.5
Diog. L. 2. 126
οὐχ ὁρᾷς ὡς πολλὰ μὲν γῆ παρέχει, πολλὰ δὲ θάλαττα; ‘καὶ μὴν Μικύλον εἰσεῖδον᾽ φησὶν Κράτης τ̔ῶνκτλ:

καὶ μὴν Μικύλον εἰσεῖδον
... τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηϊοτῆτι.

CURFRAG.tlg-0336.6
Plut. de Vit. Aere Al. 7

π. Κράτητος: τούτου παίγνια φέρεται τάδε:

Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ
καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,
εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος,
οὔτε λίχνος πόρνῃς ἐπαγαλλόμενος πυγῇσιν:
ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους:
ἐξ ἧς οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

CURFRAG.tlg-0336.7
Diog. L. 6. 85

καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἡσθῆναι αἱρεῖται, τε Θηβαῖος Κράτης φησί:

τῶν δὲ κρατεῖ ψυχῆς ἤθει ἀγαλλομένη,4
οὔθ᾽ ὑπὸ χρυσείων δουλούμενοι οὔθ᾽ ὑπ᾽ ἐρώτων
τηξιπόθων οὐδ᾽ αὖ τι συνέμπορόν ἐστι5 φίλυβρι.

CURFRAG.tlg-0336.8
καὶ τὸ ὅλον ἐπιλέγει:

ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι
ἀθάνατον βασίλειαν Ἐλευθερίαν ἀγαπῶσιν.6

CURFRAG.tlg-0336.9

Clem. Al. Str. 2. 492

μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι μετὰ παιδιᾶς παρῄνει:

μὴ πρὸ φακῆς λοπάδ᾽ αὔξων
ἐς στάσιν ἄμμε βάλῃς.

CURFRAG.tlg-0336.10
Plut. Sanit. 7

καὶ τί ἔχει δυσχερὲς ἐπίπονον πενία; οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν; καὶ ὡς ῥᾳδίως διεξήγαγον ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι. ἀπορία καὶ δάνεια περ.έστηκεν;

Κόγχον καὶ κύαμον σύναγ᾽ ἄγγεϊ,7 κἂν τάδε δράσῃς
ῥηϊδίως στήσεις πενίας κάθ᾽, ἑταῖρε,8 τρόπαιον:

CURFRAG.tlg-0336.11
φησὶν Κράτης.)

Teles ap. Stob. Fl. 5. 67

π. Κράτητος: ἔστιν αὐτοῦ καὶ τόδε:

ταῦτ᾽ ἔχω, ὅσσ᾽ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν᾽ ἐδάην: τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

CURFRAG.tlg-0336.12
Diog. L. 6. 86
π. Κράτητος: ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς, οἱ δὲ ἐν Κορίνθῳ ὑπὸ Εὐθυκράτους, καὶ ἑλκόμενος τοῦ ποδός, ἐπέλεγεν ἀφροντιστῶν:

ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.

CURFRAG.tlg-0336.13
Diog. L. 6. 90.

UNKNOWN


π. Κράτητος: συναισθόμενος ὅτι ἀποθνῄσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων:

στείχεις δή, κυρτών, εἰς Ἀΐδαο δόμους.

CURFRAG.tlg-0336.14
ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.

Diog. L. 6. 92

π. κολακείας: Κράτης τοὺς κόλακάς φησι

συγκατανευσιφάγους

CURFRAG.tlg-0336.15
Stob. Fl. 14. 16

ἰάμβων


π. Κράτητος: ἔστι καὶ Ἐφημερὶς θρυλουμένη οὕτως ἔχουσα:

Γίθει μαγείρῳ μνᾶς δέκ᾽, ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

CURFRAG.tlg-0336.16
Diog. L. 6. 86
οὐκ ἀηδῶς γὰρ Κράτης φησί:

οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει
θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

CURFRAG.tlg-0336.17
Teles ap. Stob. Fl. 97. 31
π. Κράτητος: φέρεται δ᾽ αὐτοῦ κἀκείνα:

ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος:
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

CURFRAG.tlg-0336.18
Diog. L. 6. 86
π. γήρως: Κράτητος:

γὰρ χρόνος μ᾽ ἔκαμψε, τέκτων μὲν σοφός,
ἅπαντα δ᾽ ἐργαζόμενος ἀσθενέστερα.

CURFRAG.tlg-0336.19
Stob. Fl. 116. 31
Κράτητος ἐξ Ἀντιφάνους:

ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα,
οὗ μὴ τυχόντι θάνατός ἐσθ᾽ ζημία,
οὗ πάντες ἐπιθυμοῦμεν: ἂν δ᾽ ἔλθῃ ποτέ,
ἀνιώμεθ᾽: οὕτως ἐσμὲν ἀχάριστοι φύσει.

CURFRAG.tlg-0336.20
Stob. Fl. 115. 9
καὶ πενία δέ, εἴποι ἂν Ἐπίκτητος, οὐδὲν δεινόν: ἐπεὶ καὶ Κράτητι ἂν ἔδοξε τῷ Θηβαίῳ δεινόν, ὃς τῶν ἑαυτοῦ τῇ πόλει παραχωρήσας καὶ εἰπώνΚράτης ... ἀποστερεῖ,’ τότε ἔδοξεν ἐλευθεροῦσθαι καὶ στέφανον ὡς ἐπὶ ἐλευθερία περιεβάλετο, ὅτι τὴν πενίαν ἀντὶ τῆς εὐπορίας ἠλλάξατο.

Κράτης Κράτητα χρημάτων ἀποστερεῖ,
ἵνα μὴ κρατήσῃ τὸν κρατοῦντα κρείττονα.
ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης.

CURFRAG.tlg-0336.21
Simpl. in Epict. 64Κράτης ... φήσας: ‘Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ.’” Isid. Pel. Epp. 2. 146 ... in forum exilit, rem familarem abicit velut onus stercoris magis labori quam usui. dein coetu facto maximum exclamat: ‘Crates Cratetem manumittit.’Ap. Flor. 14 (47)Κράτης φιλόσοφος ... φιλοσοφήσας ἔφη: ‘Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ κρατήσῃ τοῦ κρατοῦντος τὰ κρείττονα.’” Joan. Dam. Tannery Rev. des Et. Gr. 6. 274Κράτης δ᾽ ὁμοίως χρημάτων ὑπερτιθεὶς αὑτὸν μεθείς τε μηλόβοτον τὴν οὐσίαν ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων ἀρθεὶς ὑπὲρ βωμοῦ μεγάλῳ κηρύγματι ἀνεῖπεν αὑτὸν ὡς ἐν Ὀλυμπίᾳ μέσῃ τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος: ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης,’ δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων.” Greg. Naz. Carm. Lib. i. 228Κράτης: οὗτος καταλιπὼν τὴν οὐσίαν μηλόβοτον ἀρθεὶς ἐπὶ τοῦ βωμοῦ εἶπεν: ‘ἐλευθεροῖ Κράτητακτλ.” Suid.
φασὶν τὸν αὐτὸνὥς τινες δ᾽ ἄλλον τινὰ τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος τλέοντα τοῦ κλύδωνος ἀγριουμένου, ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, τοῦτον δ᾽ ἐπειπεῖν ἄξιον μνήμης λογον:

εὖ γ᾽, Τύχη μοι τῶν καλῶν διδάσκαλε,
ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι.

CURFRAG.tlg-0336.22
Greg. Naz. Carm. Lib. i. 228
εἰ δὲ τοσαῦτα μέτρα θέρους ἧν παρ᾽ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν Βοιώτιος ποιητής,

χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.

CURFRAG.tlg-0336.23
Jul. Mis. 369 b

Τραγωιδιῶν


φέρεται δὲ τοῦ Κράτητος βιβλίον Ἐπιστολαί, ἐν αἷς ἄριστα φιλοσοφεῖ, τὴν λέξιν ἔστιν ὅτε παραπλήσιος Πλάτωνι. γέγραφε καὶ Τραγῳδίας ὑψηλότατον ἐχούσας φιλοσοφίας χαρακτῆρα, οἷόν ἐστι κἀκεῖνα:

οὐχ εἷς πάτρας μοι πύργος, οὐ μία στέγη,
πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος
ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα.

CURFRAG.tlg-0336.24
Diog. L. 6.98

1

2

3

4

5

6

7

8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: