ἰάμβων
“π. Κράτητος: ἔστι καὶ Ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα:
” Diog. L. 6. 86Γίθει μαγείρῳ μνᾶς δέκ᾽, ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.
CURFRAG.tlg-0336.16
“οὐκ ἀηδῶς γὰρ Κράτης φησί:
” Teles ap. Stob. Fl. 97. 31οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει
θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.
CURFRAG.tlg-0336.17
“π. Κράτητος: φέρεται δ᾽ αὐτοῦ κἀκείνα:
” Diog. L. 6. 86ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος:
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.
CURFRAG.tlg-0336.18
“π. γήρως: Κράτητος:
” Stob. Fl. 116. 31ὁ γὰρ χρόνος μ᾽ ἔκαμψε, τέκτων μὲν σοφός,
ἅπαντα δ᾽ ἐργαζόμενος ἀσθενέστερα.
CURFRAG.tlg-0336.19
“Κράτητος ἐξ Ἀντιφάνους:
” Stob. Fl. 115. 9ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα,
οὗ μὴ τυχόντι θάνατός ἐσθ᾽ ἡ ζημία,
οὗ πάντες ἐπιθυμοῦμεν: ἂν δ᾽ ἔλθῃ ποτέ,
ἀνιώμεθ᾽: οὕτως ἐσμὲν ἀχάριστοι φύσει.
CURFRAG.tlg-0336.20
“καὶ πενία δέ, εἴποι ἂν ὁ Ἐπίκτητος, οὐδὲν δεινόν: ἐπεὶ καὶ Κράτητι ἂν ἔδοξε τῷ Θηβαίῳ δεινόν, ὃς τῶν ἑαυτοῦ τῇ πόλει παραχωρήσας καὶ εἰπών ‘Κράτης ... ἀποστερεῖ,’ τότε ἔδοξεν ἐλευθεροῦσθαι καὶ στέφανον ὡς ἐπὶ ἐλευθερία περιεβάλετο, ὅτι τὴν πενίαν ἀντὶ τῆς εὐπορίας ἠλλάξατο.
” Simpl. in Epict. 64 “Κράτης ... φήσας: ‘Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ.’” Isid. Pel. Epp. 2. 146 “ ... in forum exilit, rem familarem abicit velut onus stercoris magis labori quam usui. dein coetu facto maximum exclamat: ‘Crates Cratetem manumittit.’” Ap. Flor. 14 (47) “Κράτης φιλόσοφος ... φιλοσοφήσας ἔφη: ‘Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ κρατήσῃ τοῦ κρατοῦντος τὰ κρείττονα.’” Joan. Dam. Tannery Rev. des Et. Gr. 6. 274 “Κράτης δ᾽ ὁμοίως χρημάτων ὑπερτιθεὶς ι αὑτὸν μεθείς τε μηλόβοτον τὴν οὐσίαν ι ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων ι ἀρθεὶς ὑπὲρ βωμοῦ μεγάλῳ κηρύγματι ι ἀνεῖπεν αὑτὸν ὡς ἐν Ὀλυμπίᾳ μέσῃ ι τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος: ι ‘ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης,’ ι δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων.” Greg. Naz. Carm. Lib. i. 228 “Κράτης: οὗτος καταλιπὼν τὴν οὐσίαν μηλόβοτον ἀρθεὶς ἐπὶ τοῦ βωμοῦ εἶπεν: ‘ἐλευθεροῖ Κράτητα’ κτλ.” Suid.Κράτης Κράτητα χρημάτων ἀποστερεῖ,
ἵνα μὴ κρατήσῃ τὸν κρατοῦντα κρείττονα.
ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης.
CURFRAG.tlg-0336.21
“φασὶν τὸν αὐτὸν (ὥς τινες δ᾽ ἄλλον τινὰ ι τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος) ι τλέοντα τοῦ κλύδωνος ἀγριουμένου, ι ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, ι ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, ι τοῦτον δ᾽ ἐπειπεῖν ἄξιον μνήμης λογον:
” Greg. Naz. Carm. Lib. i. 228εὖ γ᾽, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε,
ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι.
CURFRAG.tlg-0336.22
“εἰ δὲ τοσαῦτα μέτρα θέρους ἧν παρ᾽ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν ὁ Βοιώτιος ποιητής,
” Jul. Mis. 369 bχαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.
CURFRAG.tlg-0336.23