previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. Ειλετο δ᾽ ἂν καὶ Καῖσαρ ἐκεῖ που πρός τε τῶν ἔτι ἀνθεστηκότων καὶ ἐν τῇ τοῦ πολέμου δόξῃ πεπτωκέναι μᾶλλον ὅπερ οὐκ ἐς μακρὰν ἔπαθεν, ἔν τε τῇ πατρίδι καὶ ἐν τῷ συνεδρίῳ πρὸς τῶν [2] φιλτάτων σφαγῆναι. τοῦτον γὰρ τὸν πόλεμον τελευταῖον κατώρθωσε καὶ ταύτην τὴν νίκην ἐσχάτην ἀνείλετο, καίπερ οὐδὲν τι οὐχὶ καὶ τῶν ἄλλων τῶν μεγίστων καταπράξειν ἐλπίσας διά τε τἆλλα, καὶ οὐχ ἥκιστα ὅτι βλαστός τις ἐκ φοίνικος ἐν τῷ τῆς μάχης χωρίῳ ὄντος εὐθὺς ἐπὶ [3] τῇ νίκῃ ἐξέφυ. καὶ οὐ λέγω μὲν ὅτι οὐκ ἔφερέ 1 ποι 2 τοῦτο, ἀλλ᾽ οὐκ ἐκείνῳ γε ἔτι, ἀλλὰ τῷ τῆς ἀδελφῆς αὐτοῦ ἐγγόνῳ τῷ Ὀκταουίῳ: συνεστρατεύετό τε γὰρ αὐτῷ, καὶ ἐκ τῶν πόνων τῶν τε κινδύνων αὐτοῦ ἐκλάμψειν ἔμελλεν. ἀγνοῶν δ᾽ οὖν τοῦτο, καὶ ἐφ᾽ ἑαυτῷ ἔτι πολλὰ καὶ μεγάλα ἐλπίζων, οὐδὲν μέτριον ἔπραττεν, ἀλλ᾽ ὡς καὶ

1 ou)k e)/fere/ Casaub., sune/fere/ L.

2 poi Bk., phi L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: