previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

51. αὖθις ἀνθήσειν: πράττοντος δὲ αὐτοῦ ταῦτα ἐπιθυμία τε πᾶσι τοῖς Ῥωμαίοις ὁμοίως ἐσῆλθε τιμωρῆσαι τῷ τε Κράσσῳ καὶ τοῖς σὺν αὐτῷ φθαρεῖσι, καὶ ἐλπὶς τότε, εἴπερ ποτέ, τοὺς Πάρθους καταστρέψεσθαι. 1 τόν τε οὖν πόλεμον τῷ Καίσαρι ὁμοθυμαδὸν ἐψηφίσαντο, καὶ τὴν παρασκευὴν 2 [2] αὐτοῦ πολλὴν ἐποιοῦντο. τά τε γὰρ ἄλλα, καὶ ὅπως ἐκεῖνός τε πλείοσιν ὑπηρέταις χρῆσθαι ἔχῃ, καὶ 3 πόλις μήτ᾽ ἄνευ ἀρχόντων ἐν τῇ ἀπουσίᾳ αὐτοῦ γένηται μήτ᾽ αὖ καθ᾽ ἑαυτὴν αἱρουμένη 4 τινὰς στασιάσῃ, διενοοῦντο μὲν καὶ ἐς τρία ἔτη αὐτοὺς προκαταστῆσαι ῾τοσούτου γὰρ χρόνου πρὸς τὴν στρατείαν χρῄζειν ἐδόκουν᾽ οὐ [3] μέντοι καὶ πάντας προαπέδειξαν. ᾑρεῖτο δὲ τῷ μὲν λόγῳ 5 τοὺς ἡμίσεις Καῖσαρ, ἐν νόμῳ τινὶ [p. 304] τοῦτο ποιησάμενος, ἔργῳ δὲ πάντας. καὶ ἐς μὲν τὸ πρῶτον ἔτος ταμίαι τεσσαράκοντα προεχειρίσθησαν ὥσπερ καὶ πρότερον, καὶ ἀγορανόμοι τότε πρῶτον δύο μὲν καὶ ἐξ εὐπατριδῶν, τέσσαρες δὲ ἐκ τοῦ πλήθους, ὧν οἱ δύο τὴν ἀπὸ τῆς Δήμητρος ἐπίκλησιν φέρουσιν, ὅπερ που καὶ ἐς τόδε ἐξ ἐκείνου [4] καταδειχθὲν ἐμμεμένηκε. στρατηγοὶ δὲ ἀπεδείχθησαν μὲν ἑκκαίδεκα: ἀλλ᾽ οὐ τοῦτο γράφω ῾καὶ γὰρ πρόσθεν ἐγεγόνεσαν᾽ ἀλλ᾽ ὅτι 6 καὶ Πούπλιος Οὐεντίδιος 7 ἐν αὐτοῖς ᾑρέθη. οὗτος γὰρ τὸ μὲν ἀρχαῖον ἐκ τοῦ Πικήνου, ὥσπερ εἴρηταί μοι, ἦν, ἀντιπολεμήσας δὲ τοῖς Ῥωμαίοις ὅτε [5] οἱ σύμμαχοί σφισιν ἐπολεμώθησαν, ἥλω τε ὑπὸ τοῦ Πομπηίου τοῦ Στράβωνος καὶ ἐν τοῖς νικητηρίοις αὐτοῦ δεδεμένος ἐπόμπευσε, καὶ μετὰ τοῦτο ἀφεθεὶς ἔς τε τὸ συνεδριον χρόνῳ ὕστερον ἐνεγράφη καὶ στρατηγὸς τότε ὑπὸ 8 τοῦ Καίσαρος ἀπεδείχθη, καὶ ἐς τοσοῦτόν γε προϊὼν ἐπηυξήθη ὥστε καὶ τοὺς Πάρθους νικῆσαι καὶ ἐπινίκια αὐτῶν [6] πέμψαι. οἱ μὲν οὖν τῷ πρώτῳ μετ᾽ ἐκεῖνο ἔτει ἄρξοντες πάντες προκατέστησαν, ἐς δὲ δὴ τὸ δεύτερον οἵ τε ὕπατοι καὶ οἱ δήμαρχοι μόνοι: τοσοῦτον [7] ἐδέησε καὶ ἐς τὸ τρίτον τινὰ ἀποδειχθῆναι. καὶ ἔμελλε καὶ αὐτὸς δικτάτωρ ἐν ἀμφοτέροις αὐτοῖς ἄρξειν, τούς τε ἱππαρχήσοντας 9 ἄλλον τέ τινα καὶ τὸν Ὀκτάουιον, καίπερ μειράκιον ἔτι καὶ τότε [8] ὄντα, προεχειρίσατο. ἔς τε τὸ παρόν, ἐν ταῦτ᾽ ἐγίγνετο, ὕπατόν τε ἀνθ᾽ ἑαυτοῦ τὸν Δολοβέλλαν ἀντικατέστησε, 10 καίτοι τοῦ Ἀντωνίου πάντα τὸν [p. 306] ἐνιαυτὸν μέλλοντος ἄρξειν: καὶ τῷ Λεπίδῳ τήν τε Γαλατίαν τὴν περὶ Νάρβωνα καὶ τὴν Ἰβηρίαν τὴν πλησιόχωρον προστάξας, δύο ἀντ᾽ αὐτοῦ 11 ἑτέρους, ἰδίᾳ γε ἑκάτερον, ἱππαρχῆσαι ἐποίησε. [9] πολλοῖς γὰρ εὐεργεσίας 12 ὀφείλων διά τε τῶν τοιούτων αὐτὰς καὶ διὰ τῶν ἱερωσυνῶν ἀπεδίδου, ἔς τε τοὺς πεντεκαίδεκα ἔνα καὶ ἐς τοὺς ἑπτὰ αὖ καλουμένους τρεῖς ἑτέρους προσαποδείξας.

1 katastre/yesqai Bs., katastre/yasqai L.

2 paraskeuh\n Rk., kataskeuh\n L.

3 h( Rk., h(/ te L.

4 ai(roume/nh R. Steph., ai(roume/nhs L.

5 de\ tw=| me\n lo/gw| Bs., me\n tw=i lo/gwi L.

6 a)ll' o(/ti Bk., a)ll' o(/ti a)/lloi te Rk., a)/llo/i te L.

7 *ou)enti/dios R. Steph., ou)enti/lios L.

8 u(po\ Rk., e)pi\ L.

9 tou/s te i(pparxh/sontas Leuncl., tou= te i(pparxh/santos L.

10 a)ntikate/sthse R. Steph., a)ntekate/sthse L.

11 au)tou= St., au)tw=n L.

12 eu)ergesi/as Leuncl., eu)ergesi/an L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: