previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. καὶ ἤλπισαν αὐτὸν ἀπολεῖσθαι. ἐπεὶ δ᾽ οὖν ἐς τὴν Ῥώμην ἐσήλασε, τοῦ τε τείχους τι καθῃρέθη καὶ τῶν πυλῶν περιερράγη, νενομίσθαι τινῶν λεγόντων ἑκάτερον τοῖς ἐκ τῶν ἀγώνων [2] στεφανηφόροις γίνεσθαι. καὶ ἐσεφοίτησαν πρῶτοι μὲν οἱ τοὺς στεφάνους οὓς ἀνῄρητο 1 κομίζοντες, καὶ μετ᾽ αὐτοὺς ἕτεροι σανίδια 2 ἐπὶ δοράτων ἀνατείνοντες, ἐφ᾽ οἷς ἐπεγέγραπτο τό τε ὄνομα τοῦ ἀγῶνος καὶ τὸ εἶδος τοῦ ἀγωνίσματος, ὅτι τε Νέρων Καῖσαρ πρῶτος πάντων τῶν ἀπὸ [3] τοῦ αἰῶνος Ῥωμαίων ἐνίκησεν αὐτό, ἔπειτα αὐτὸς ἐφ᾽ ἅρματος ἐπινικίου, ἐν ποτε Αὔγουστος τὰ πολλὰ ἐκεῖνα νικητήρια ἐπεπόμφει, ἁλουργίδα χρυσόπαστον ἔχων καὶ κότινον ἐστεφανωμένος, τὴν Πυθικὴν δάφνην προτείνων: καὶ αὐτῷ [4] Διόδωρος κιθαρῳδὸς παρωχεῖτο. καὶ οὕτω διά τε τοῦ ἱπποδρόμου καὶ διὰ τῆς ἀγορᾶς μετά τε τῶν στρατιωτῶν καὶ μετὰ τῶν ἱππέων τῆς τε βουλῆς διελθὼν ἐς τὸ Καπιτώλιον ἀνέβη, καὶ ἐκεῖθεν ἐς τὸ Παλάτιον, πάσης μὲν τῆς πόλεως ἐστεφανωμένης καὶ λυχνοκαυτούσης καὶ θυμιώσης, [5] πάντων δὲ τῶν ἀνθρώπων, καὶ αὐτῶν βουλευτῶν ὅτι μάλιστα, συμβοώντωνὈλυμπιονῖκα οὐᾶ, Πυθιονῖκα οὐᾶ, Αὔγουστε Αὔγουστε. Νέρωνι τῷ Ἡρακλεῖ, Νέρωνι τῷ Ἀπόλλωνι. ὡς εἷς περιοδονίκης, εἷς ἀπ᾽ αἰῶνος, Αὔγουστε [p. 170] Αὔγουστε. ἱερὰ φωνή: μακάριοι οἵ σου ἀκούοντες.’ τί γὰρ δεῖ περιπλέκειν καὶ οὐκ αὐτὰ τὰ λεχθέντα δηλοῦν; οὐδὲ γὰρ οὐδ᾽ αἰσχύνην τινὰ τῇ συγγραφῇ τὰ ῥηθέντα, ἀλλὰ καὶ κόσμον τὸ μηδὲν αὐτῶν ἀποκρυφθῆναι φέρει. ”

1 a)nh/|rhto Rk., a)nh/roun *wC.

2 sani/dia Bk., sani/dia/ te *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: