previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐξ ἐκείνου δὲ καὶ Ὠριγένει τῶν εἰς῾̣̣̓ τὰς θείας γραφὰς ὑπομνημάτων ἐγίνετο ἀρχἥ̣̣̓ Ἀμβροσίου παρορμῶντος αὐτὸν μυρίαις ὅσαις῾̣̣̓ οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσἱ̣̣̓ αὐτὸ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων̣̣̔̓ χορηγίαις. [2] ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ῾̣̣̓ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρόνοις῾̣̣̓ τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφὁ̣̣̓ τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τὸ καλλιγραφεῖν̣̣̔̓ ἠσκημέναις: ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον περιουσίαν Ἀμβρόσιος παρεστήσατο: ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγιὁ̣̣̓ ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτᾧ̣̣̓ συνεισέφερεν, καὶ μάλιστα αὐτὸν προύτρεπεν̣̣̔̓ ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. [p. 70] [3] Τούτων δὲ οὕτως ἐχόντων, Οὐρβανὸν ἐπισκοπεύσαντα τῆς Ῥωμαίων ἐκκλησίας ἔτεσιν ὀκτὣ̣̣̓ διαδέχεται Ποντιανός, τῆς δ̓ Ἀντιοχέων μετἃ̣̣̓ Φιλητὸν Ζέβεννος: [4] καθ̓ οὓς Ὠριγένης, ἐπειγούσης῾̣̣̓ χρείας ἐκκλησιαστικῶν ἕνεκα πραγμάτων ἐπὶ τὴν̣̣̔̓ Ἑλλάδα στειλάμενος τὴν διὰ Παλαιστίνης, πρεσβείου χειροθεσίαν ἐν Καισαρείᾳ πρὸς τῶν τῇδἑ̣̣̓ ἐπισκόπων ἀναλαμβάνει. τὰ μὲν οὖν ἐπὶ τούτᾡ̣̣̓ περὶ αὐτοῦ κεκινημένα τά τε ἐπὶ τοῖς κινηθεῖσιν̣̣̔̓ δεδογμένα τοῖς τῶν ἐκκλησιῶν προεστῶσιν ὅσἁ̣̣̓ τε ἄλλα ἀκμάζων περὶ τὸν θεῖον εἰσενήνεκτἁ̣̣̓ λόγον, ἰδίας δεόμενα συντάξεως, μετρίως ἐν τᾧ̣̣̓ δευτέρῳ ἧς ὑπὲρ αὐτοῦ πεποιήμεθα ἀπολογίας ἀνεγράψαμεν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: