Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πρῶτον αἱ τραγῳδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶ τῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονος σκηνῆς: ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτι φέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες: ῾ἰὼ Κιθαιρών.᾿ καὶ λέγεται δέ τινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως: οἷόν ἐστιν ἐκεῖνο μάλιστα: εἰ δ̓ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ̓ ἐμώ, ἔχει λόγον καὶ τοῦτο: καὶ πάλιν: τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι: καί: βίον θερίζειν ὥστε κάρπιμον στάχυν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.