previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὅσον οὐδέπω σποδὸς σκελετὸς καὶ ἤτοι ὄνομα οὐδὲ ὄνομα, τὸ δὲ ὄνομα ψόφος καὶ ἀπήχημα. τὰ δὲ ἐν τῷ βίῳ πολυτίμητα κενὰ καὶ σαπρὰ καὶ μικρὰ καὶ κυνίδια διαδακνόμενα καὶ παιδία φιλόνεικα, γελῶντα, εἶτα εὐθὺς κλαίοντα: πίστις δὲ καὶ αἰδὼς καὶ δίκη καὶ ἀλήθεια πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης. τί οὖν ἔτι τὸ ἐνταῦθα κατέχον, εἴ γε τὰ μὲν αἰσθητὰ εὐμετάβλητα καὶ οὐχ ἑστῶτα, τὰ δὲ αἰσθητήρια ἀμυδρὰ καὶ εὐπαρατύπωτα, αὐτὸ δὲ τὸ ψυχάριον ἀναθυμίασις ἀφ̓ αἵματος, τὸ δὲ εὐδοκιμεῖν παρὰ τοιούτοις κενόν; τί οὖν; περιμένεις ἵλεως τὴν εἴτε σβέσιν εἴτε μετάστασιν: ἕως δὲ ἐκείνης καιρὸς ἐφίσταται, τί ἀρκεῖ; τί δὲ ἄλλο θεοὺς μὲν σέβειν καὶ εὐφημεῖν, ἀνθρώπους δὲ εὖ ποιεῖν καὶ ἀνέχεσθαι αὐτῶν καὶ ἀπέχεσθαι: ὅσα δὲ ἐντὸς ὅρων τοῦ κρεᾳδίου καὶ τοῦ πνευματίου, ταῦτα μεμνῆσθαι μήτε σὰ ὄντα μήτε ἐπὶ σοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: