previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰόλαος
ἄναξ, ὑπάρχει γὰρ τόδ᾽ ἐν τῇ σῇ χθονί,
εἰπεῖν ἀκοῦσαί τ᾽ ἐν μέρει πάρεστί μοι,
κοὐδείς μ᾽ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθι.

ἡμῖν δὲ καὶ τῷδ᾽ οὐδέν ἐστιν ἐν μέσῳ:
185ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ᾽ ἡμῖν ἔτι,
ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
ὅδ᾽ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
ξένοι γάρ ἐσμεν. τὸν Ἑλλήνων ὅρον
190φεύγειν δικαιοῦθ᾽ ὅστις ἂν τἄργος φύγῃ;
οὔκουν Ἀθήνας γ᾽: οὐ γὰρ Ἀργείων φόβῳ
τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
οὐ γάρ τι Τραχίς ἐστιν οὐδ᾽ Ἀχαιικὸν
πόλισμ᾽, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
195τὸ δ᾽ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
ἤλαυνες ἱκέτας βωμίους καθημένους.
εἰ γὰρ τόδ᾽ ἔσται καὶ λόγους κρινοῦσι σούς,
οὐκ οἶδ᾽ Ἀθήνας τάσδ᾽ ἐλευθέρας ἔτι.
ἀλλ᾽ οἶδ᾽ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν:
200θνῄσκειν θελήσουσ᾽: γὰρ αἰσχύνη <πάρος>
τοῦ ζῆν παρ᾽ ἐσθλοῖς ἀνδράσιν νομίζεται.

πόλει μὲν ἀρκεῖ: καὶ γὰρ οὖν ἐπίφθονον
λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
καὐτὸς βαρυνθεὶς οἶδ᾽ ἄγαν αἰνούμενος.
205σοὶ δ᾽ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
Αἴθρα, πατὴρ δ᾽ ἐκ τῆσδε γεννᾶται σέθεν
Θησεύς. πάλιν δὲ τῶνδ᾽ ἄνειμί σοι γένος.
210Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,
κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν:
δ᾽ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
215τεῖσαι λέγω σοι παισί: φημὶ γάρ ποτε
σύμπλους γενέσθαι τῶνδ᾽ ὑπασπίζων πατρὶ
ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα,
< >
< >
Ἅιδου τ᾽ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
πατέρα σόν: Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
220ὧν ἀντιδοῦναί σ᾽ οἵδ᾽ ἀπαιτοῦσιν χάριν
[μήτ᾽ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
σοὶ γὰρ τόδ᾽ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
ἱκέτας ἀλήτας συγγενεῖςοἴμοι, κακῶν:
225βλέψον πρὸς αὐτοὺς βλέψονἕλκεσθαι βίᾳ].

ἀλλ᾽ ἄντομαί σε καὶ καταστέφω χεροῖν,
μὴ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν:
γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
230πατὴρ ἀδελφὸς δεσπότης: ἅπαντα γὰρ
τἄλλ᾽ ἐστὶ κρείσσω πλὴν ὑπ᾽ Ἀργείοις πεσεῖν.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: