previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. μῆνας μὲν οὖν οἱ Σαβῖνοι τοὺς Ῥωμαίων ἐδέξαντο, καὶ περὶ αὐτῶν ὅσα καλῶς εἶχεν, ἐν τῷ Νομᾶ βίῳ γέγραπται: θυρεοῖς δὲ τοῖς ἐκείνων Ῥωμύλος ἐχρήσατο, καὶ μετέβαλε τὸν ὁπλισμὸν ἑαυτοῦ τε καὶ τῶν Ῥωμαίων, Ἀργολικὰς πρότερον ἀσπίδας φορούντων. ἑορτῶν δὲ καὶ θυσιῶν ἀλλήλοις μετεῖχον, ἃς μὲν ἦγε τὰ γένη πρότερον οὐκ ἀνελόντες, ἑτέρας δὲ θέμενοι καινάς, ὧν τε τῶν Ματρωναλίων ἐστί, δοθεῖσα ταῖς γυναιξὶν ἐπὶ τῇ τοῦ πολέμου καταλύσει, καὶ τῶν Καρμενταλίων. [2] τὴν δὲ Καρμένταν οἴονταί τινες Μοῖραν εἶναι κυρίαν ἀνθρώπων γενέσεως: διὸ καὶ τιμῶσιν αὐτὴν αἱ μητέρες: οἱ δὲ τὴν [τοῦ] Εὐάνδρου τοῦ Ἀρκάδος γυναῖκα, μαντικήν τινα καὶ φοιβαστικὴν ἐμμέτρων χρησμῶν γενομένην, Καρμένταν ἐπονομασθῆναιτὰ γὰρ ἔπη κάρμενα καλοῦσι): Νικοστράτη1 δ᾽ ἦν ὄνομα κύριον αὐτῇ. καὶ τοῦτο μὲν ὁμολογεῖται: τὴν δὲ Καρμένταν ἔνιοι πιθανώτερον ἀφερμηνεύουσιν οἷον ἐστερημένην νοῦ διὰ τὰς ἐν τοῖς ἐνθουσιασμοῖς παραφροσύνας. τὸ μὲν γὰρ στέρεσθαι καρῆρε, μέντεμ δὲ τὸν νοῦν ὀνομάζουσι. [3] περὶ δὲ τῶν Παριλίων προείρηται. τὰ δὲ Λουπερκάλια τῷ μὲν χρόνῳ δόξειεν ἂν εἶναι καθάρσια: δρᾶται γὰρ ἐν ἡμέραις ἀποφράσι τοῦ Φεβρουαρίου μηνός, ὃν καθάρσιον ἄν τις ἑρμηνεύσειε, καὶ τὴν ἡμέραν ἐκείνην τὸ παλαιὸν ἐκάλουν Φεβράτην. τοὔνομα δὲ τῆς ἑορτῆς ἑλληνιστὶ σημαίνει Λύκαια, καὶ δοκεῖ διὰ τοῦτο παμπάλαιος ἀπ᾽ Ἀρκάδων εἶναι τῶν περὶ Εὔανδρον. [4] ἀλλὰ τοῦτο μὲν κοινόν ἐστι: δύναται γὰρ ἀπὸ τῆς λυκαίνης γεγονέναι τοὔνομα. καὶ γὰρ ἀρχομένους τῆς περιδρομῆς τοὺς Λουπέρκους ὁρῶμεν ἐντεῦθεν, ὅπου τὸν Ῥωμύλον ἐκτεθῆναι λέγουσι. τὰ δὲ δρώμενα τὴν αἰτίαν ποιεῖ δυστόπαστον: σφάττουσι γὰρ αἶγας, εἶτα μειρακίων δυοῖν ἀπὸ γένους προσαχθέντων αὐτοῖς, οἱ μὲν ᾑμαγμένῃ μαχαίρᾳ τοῦ μετώπου θιγγάνουσιν, ἕτεροι δ᾽ ἀπομάττουσιν εὐθύς, ἔριον βεβρεγμένον γάλακτι προσφέροντες: [5] γελᾶν δὲ δεῖ τὰ μειράκια μετὰ τὴν ἀπόμαξιν. ἐκ δὲ τούτου τὰ δέρματα τῶν αἰγῶν κατατεμόντες, διαθέουσιν ἐν περιζώσμασι γυμνοί, τοῖς σκύτεσι τὸν ἐμποδὼν παίοντες. αἱ δ᾽ ἐν ἡλικίᾳ γυναῖκες οὐ φεύγουσι τὸ παίεσθαι, νομίζουσαι πρὸς εὐτοκίαν καὶ κύησιν συνεργεῖν. ἴδιον δὲ τῆς ἑορτῆς τὸ καὶ κύνα θύειν τοὺς Λουπέρκους.

[6] βούτας δέ τις, αἰτίας μυθώδεις ἐν ἐλεγείοις περὶ τῶν Ῥωμαϊκῶν ἀναγράφων, φησὶ τοῦ Ἀμουλίου τοὺς περὶ τὸν Ῥωμύλον κρατήσαντας ἐλθεῖν δρόμῳ μετὰ χαρᾶς ἐπὶ τὸν τόπον, ἐν νηπίοις οὖσιν αὐτοῖς λύκαινα θηλὴν ὑπέσχε, καὶ μίμημα τοῦ τότε δρόμου τὴν ἑορτὴν ἄγεσθαι, καὶ τρέχειν τοὺς ἀπὸ γένους τοὺς

ἐμποδίους τύπτοντας, ὅπως τότε φάσγαν᾽ ἔχοντες ἐξ Ἄλβης ἔθεον Ῥωμύλος ἠδὲ Ῥέμος.
καὶ τὸ μὲν ξίφος ᾑμαγμένον προσφέρεσθαι τῷ μετώπῳ τοῦ τότε φόνου καὶ κινδύνου σύμβολον, τὴν δὲ διὰ τοῦ γάλακτος ἀποκάθαρσιν ὑπόμνημα τῆς τροφῆς αὐτῶν εἶναι. [7] Γάιος δὲ Ἀκίλιος ἱστορεῖ πρὸ τῆς κτίσεως τὰ θρέμματα τῶν περὶ τὸν Ῥωμύλον ἀφανῆ γενέσθαι: τοὺς δὲ τῷ Φαύνῳ προσευξαμένους ἐκδραμεῖν γυμνοὺς ἐπὶ τὴν ζήτησιν, ὅπως ὑπὸ τοῦ ἱδρῶτος μὴ ἐνοχλοῖντο: καὶ διὰ τοῦτο γυμνοὺς περιτρέχειν τοὺς Λουπέρκους. τὸν δὲ κύνα φαίη τις ἄν, εἰ μὲν θυσία καθαρμός ἐστι, θύεσθαι καθαρσίῳ χρωμένων αὐτῷ: [8] καὶ γὰρ Ἕλληνες ἔν τε τοῖς καθαρσίοις σκύλακας ἐκφέρουσι καὶ πολλαχοῦ χρῶνται τοῖς λεγομένοις περισκυλακισμοῖς: εἰ δὲ τῇ λυκαίνῃ χαριστήρια ταῦτα καὶ τροφεῖα καὶ σωτήρια Ῥωμύλου τελοῦσιν, οὐκ ἀτόπως κύων σφάττεται: λύκοις γάρ ἐστι πολέμιος: εἰ μὴ νὴ Δία κολάζεται τὸ ζῷον ὡς παρενοχλοῦν τοὺς Λουπέρκους ὅταν περιθέωσι.

1 Νικοστράτη Coraës and Bekker with the MSS.: Νικοστράτῃ after Stephanus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (20 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: