previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔδοξεν οὖν βουλὴν προθεῖναι τῷ Καμίλλῳ: καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε παρακαλῶν ὑπὲρ τῆς πατρίδος, πολλὰ δὲ καὶ τῶν ἄλλων βουλόμενος τέλος δὲ τὸν πρῶτον εἰωθότα λέγειν γνώμην Λεύκιον Λουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφήνασθαι πρῶτον, εἶτα τοὺς ἄλλους ἐφεξῆς, [2] γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα πρῶτον τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι: [p. 174] κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης, τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην καὶ τῶν ἄλλων ἕκαστος ἐπηκολούθησε. [3] θαυμαστὴ δὲ καὶ τὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλήλους παρακαλούντων καὶ προτρεπομένων1 πρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος τάξεως, ἀλλ᾽ ὡς ἕκαστος ἑτοιμότητος βουλήσεως εἶχε τῶν χωρίων καταλαμβανομένων. διὸ καὶ τεταραγμένην τοῖς στενωποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσιν ἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶ τάχους, ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶ τοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖς οἰκοδομαῖς ἀναστῆναι πάλιν.

[4] οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶ ὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συγκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν καλιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Παλάτιον, αὐτὴν μὲν, ὡς τὰ ἄλλα, διεφθαρμένην καὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν βαρβάρων, σκευωρούμενοι δὲ καὶ καθαίροντες τὸ χωρίον ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳ τοῦ Ῥωμύλου κατὰ τέφρας πολλῆς καὶ βαθείας καταδεδυκότι. [5] τοῦτο δ᾽ ἔστι μὲν ἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖται δὲ λίτυον χρῶνται δ᾽ αὐτῷ πρὸς τὰς τῶν πλινθίων ὑπογραφάς ὅταν ἐπ᾽ ὄρνισι διαμαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνος ἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δ᾽ ἐξ ἀνθρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖς τὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυστον ἐφύλαττον. [p. 176] τοῦτο δὴ τότε τῶν ἄλλων ἀπολωλότων ἀνευρόντες διαπεφευγὸς τὴν φθοράν ἡδίους ἐγένοντο ταῖς ἐλπίσιν ὑπὲρ τῆς Ῥώμης, ὡς ἀίδιον αὐτῇ τὴν σωτηρίαν τοῦ σημείου βεβαιοῦντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: