previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸ Δημητρίου περὶ Κύπρον ἐπαρθεὶς εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲν ἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ μεγάλῳ στόλῳ συμπαραπλέοντος. ὃν δὲ τρόπον ἔμελλε κρίνεσθαι τὰ πράγματα, Μήδιος, Ἀντιγόνου φίλος, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους. [2] ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ: καὶ τέλος, ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.

[3] ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα,1 μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δἰ ἐυτυχίαν καὶ δἰ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. [4] λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης, τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα, ‘δοκεῖς Λαμιαν, παῖ, καταφιλεῖν.’ πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, ‘ἐπυθόμην,’ φάναι τὸν Ἀντίγονον, ‘ἀλλὰ πότερον Θάσιον Χῖον ἦν τὸ ῥεῦμα;’ [5] πυθόμενος δὲ αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν: εἰσελθὼν δὲ καὶ καθίσας παρ᾽ αὐτὸν ἥψατο τῆς χειρός: ἐκείνου δὲ εἰπόντος ὅτι νῦν πυρετὸς ἀποκεχώρηκεν, ‘ἀμέλει, παιδίον,’ ἔφη, ‘καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε.’ [6] ταῦτα δὲ οὕτω πρᾴως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: