This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
τοὺς λόγους τοὺς ἐμοὺς νόμους εἶναι νομίζοντες πειρᾶσθε τούτοις ἐμμένειν, εἰδότες ὅτι τοῖς μάλιστα ποιοῦσιν ὑμῶν ἁγὼ βούλομαι, τάχιστα τούτοις ἐξέσται ζῆν ὡς αὐτοὶ βούλονται. κεφάλαιον δὲ τῶν εἰρημένων: οἵους περ τοὺς ὑφ᾽ ὑμῶν ἀρχομένους οἴεσθε δεῖν περὶ ὑμᾶς εἶναι, τοιούτους χρὴ καὶ περὶ τὴν ἀρχὴν τὴν ἐμὴν ὑμᾶς γίγνεσθαι.