This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵν᾽ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δ᾽ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δ᾽ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε.“Χαρμίδης Ἀριστοτέλους.”οὗτος ἀνεψιὸς ἐμός: ἡ μήτηρ ἡ1 ἐκείνου καὶ ὁ πατὴρ ὁ ἐμὸς ἀδελφοί.“Ταυρέας.”οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός.“Νισαῖος.”υἱὸς Ταυρέου.“Καλλίας ὁ Ἀλκμέωνος.”ἀνεψιὸς τοῦ πατρός.“Εὔφημος.”Καλλίου τοῦ Τηλοκλέους ἀδελφός.“Φρύνιχος ὁ Ὀρχησαμενοῦ.”2 ἀνεψιός.“Εὐκράτης.”ὁ Νικίου ἀδελφός.3 κηδεστὴς οὗτος Καλλίου.“Κριτίας.”ἀνεψιὸς4 καὶ οὗτος τοῦ πατρός: αἱ μητέρες ἀδελφαί. τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν.5
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.