This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος <καὶ>1 τούτῳ, τῷ παντὶ προέχομεν: οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων <τῶν>2 κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερ3 γὰρ ὁ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ὁ ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ <ἂν>4 ὁ5 διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ6 τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται.