previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Olympian 10
ΑΓΗΣΙΔΑΜΩι ΛΟΚΡΩι ΕΠΙΖΕΦΥΡΙΩι ΠΑΙΔΙ ΠΥΚΤΗι


τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
ἐμᾶς γέγραπται: γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ᾽: Μοῖσ᾽, ἀλλὰ σὺ καὶ θυγάτηρ
Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
5ἐρύκετον ψευδέων
ἐνιπὰν ἀλιτόξενον.
ἕκαθεν γὰρ ἐπελθὼν μέλλων χρόνος
[10] ἐμὸν καταίσχυνε βαθὺ χρέος.
ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος: ὁρᾶτ᾽ ὦν νῦν ψᾶφον ἑλισσομέναν
10ὅπα κῦμα κατακλύσσει ῥέον,
ὅπα τε κοινὸν λόγον
φίλαν τίσομεν ἐς χάριν.
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
μέλει τέ σφισι Καλλιόπα
15 [20] καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
Ἡρακλέα. πύκτας δ᾽ ἐν Ὀλυμπιάδι νικῶν
Ἴλᾳ φερέτω χάριν
Ἁγησίδαμος ὡς
Ἀχιλεῖ Πάτροκλος.
20θήξαις δέ κε φύντ᾽ ἀρετᾷ ποτὶ
πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ:
ἄπονον δ᾽ ἔλαβον χάρμα παῦροί τινες,
ἔργων πρὸ πάντων βιότῳ φάος.
[30] ἀγῶνα δ᾽ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
25βωμῶν ἑξάριθμον ἐκτίσσατο,
ἐπεὶ Ποσειδάνιον
πέφνε Κτέατον ἀμύμονα,
πέφνε δ᾽ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
ἀέκονθ᾽ ἑκὼν μισθὸν ὑπέρβιον
30πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ᾽ ὁδῷ,
[40] ὅτι πρόσθε ποτὲ Τιρύνθιον
ἔπερσαν αὐτῷ στρατὸν
μυχοῖς ἥμενον Ἄλιδος
Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
35Ἐπειῶν βασιλεὺς ὄπιθεν
οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
ἵζοισαν ἑὰν πόλιν.
νεῖκος δὲ κρεσσόνων
40ἀποθέσθ᾽ ἄπορον.
καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
[50] ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
δ᾽ ἄρ᾽ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν
λαίαν τε πᾶσαν Διὸς ἄλκιμος
45υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ: περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ᾽ ἐν καθαρῷ
διέκρινε, τὸ δὲ κύκλῳ πέδον
ἔθηκε δόρπου λύσιν,
τιμάσαις πόρον Ἀλφεοῦ
μετὰ δώδεκ᾽ ἀνάκτων θεῶν. καὶ πάγον
50 [60] Κρόνου προσεφθέγξατο: πρόσθε γὰρ
νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ᾽ ἐν πρωτογόνῳ τελετᾷ
παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν
τ᾽ ἐξελέγχων μόνος
ἀλάθειαν ἐτήτυμον
55χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
ὅπα τὰν πολέμοιο δόσιν
[70] ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ᾽ ὅπως ἄρα
ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
νικαφορίαισί τε.
60τίς δὴ ποταίνιον
ἔλαχε στέφανον
χείρεσσι ποσίν τε καὶ ἅρματι,
ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
65ποσσὶ τρέχων παῖς Λικυμνίου
[80] Οἰωνός: ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων: δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν:
Δόρυκλος δ᾽ ἔφερε πυγμᾶς τέλος,
Τίρυνθα ναίων πόλιν:
ἀν᾽ ἵπποισι δὲ τέτρασιν
70ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου:
ἄκοντι Φράστωρ ἔλασε σκοπόν:
μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
[90] παραίθυξε μέγαν: ἐν δ᾽ ἕσπερον
ἔφλεξεν εὐώπιδος
75σελάνας ἐρατὸν φάος.
ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
80καὶ πυρπάλαμον βέλος
ὀρσικτύπου Διός,
ἐν ἅπαντι κράτει
αἴθωνα κεραυνὸν ἀραρότα.
[100] χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
85τὰ παρ᾽ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν:
ἀλλ᾽ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον:
ἐπεὶ πλοῦτος λαχὼν ποιμένα
ἐπακτὸν ἀλλότριον,
90θνᾴσκοντι στυγερώτατος:
καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
[110] Ἁγησίδαμ᾽, εἰς Ἀΐδα σταθμὸν
ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ᾽ ἁδυεπής τε λύρα
γλυκύς τ᾽ αὐλὸς ἀναπάσσει χάριν:
95τρέφοντι δ᾽ εὐρὺ κλέος
κόραι Πιερίδες Διός.
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
Λοκρῶν ἀμφέπεσον μέλιτι
[120] εὐάνορα πόλιν καταβρέχων: παῖδ᾽ ἐρατὸν δ᾽ Ἀρχεστράτου
100αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
βωμὸν παρ᾽ Ὀλύμπιον,
κεῖνον κατὰ χρόνον
ἰδέᾳ τε καλὸν
ὥρᾳ τε κεκραμένον, ποτε
105ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
hide References (28 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: