[220β]
Ξένος
νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ ἔνυδρον;Θεαίτητος
πῶς δ᾽ οὔ;Ξένος
καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν ἡ θήρα λέγεταί πού τις ὀρνιθευτική.Θεαίτητος
λέγεται γὰρ οὖν.Ξένος
τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.Θεαίτητος
ναί.Ξένος
τί δέ; ταύτην αὖ τὴν θήραν ἆρ᾽ οὐκ ἂν κατὰ μέγιστα μέρη δύο διέλοιμεν;Θεαίτητος
κατὰ ποῖα;Ξένος
καθ᾽ ἃ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιεῖται τὴν θήραν, τὸ δὲ πληγῇ.Θεαίτητος
πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον;