previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ πάλιν τῶν Λακεδαιμονίων τῇ αὐτῇ δυνάμει στρατευσάντων ἐπὶ τὰς Θήβας, οἱ μὲν Θηβαῖοι δυσχωρίας τινὰς ἑτέρας καταλαμβανόμενοι διεκώλυον μὲν τοὺς πολεμίους λεηλατεῖν τὴν χώραν, κατὰ στόμα δὲ πρὸς ἅπασαν τὴν δύναμιν ἐν τοῖς πεδίοις οὐκ ἐτόλμων παρατάξασθαι. [2] τοῦ δ᾽ Ἀγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατ᾽ ὀλίγον πρὸς τὸν ἀγῶνα. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Ἀγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυθέντων πανδημεί, θεωρῶν τὸ πλῆθος τῶν ἐπιρρεόντων Ἀγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως. [3]

τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος: τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας. Πόλλις τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς Ἀθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν. δὴ πυθόμενος δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν. [4] μετὰ δὲ ταῦτα Χαβρίας μὲν τῶν Ἀθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως. ἅμα δὲ τούτοις πραττομένοις Πόλλις τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις. γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις. [5] εἶχε δὲ τριήρεις μὲν Πόλλις ἑξήκοντα καὶ πέντε, δὲ Χαβρίας ὀγδοήκοντα καὶ τρεῖς. ἐπιπλεουσῶν δὲ τῶν νεῶν ἀλλήλαις, Πόλλις μὲν ἡγούμενος τοῦ δεξιοῦ κέρως πρῶτος ἐνέβαλε ταῖς ἀντιτεταγμέναις τριήρεσιν ἐπὶ τοῦ λαιοῦ κέρατος, ὧν ἡγεῖτο Κήδων Ἀθηναῖος: ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Κήδωνα διέφθειρε καὶ τὴν ναῦν κατεβύθισεν: ὁμοίως δὲ καὶ ταῖς ἄλλαις συμβαλὼν καὶ τοῖς ἐμβόλοις ἀναρρήττων, ἃς μὲν διέφθειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν. δὴ κατιδὼν Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήθησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρθώσατο, αὐτὸς δ᾽ ἔχων τὸ κράτιστον τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δ᾽ αἰχμαλώτους ἔλαβεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: