previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἔνιοι δὲ λέγουσι τὸν Ἀλέξανδρον στρατηγικῶς ἐπινοῆσαι τὴν τοῦ στόλου κατάλυσιν: προσδοκίμου γὰρ ὄντος τοῦ Δαρείου καὶ μελλούσης μεγάλης παρατάξεως συντελεῖσθαι νομίσαι τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι παραιρεθείσης τῆς κατὰ τὴν φυγὴν ἐλπίδος. [2] τὸ δ᾽ αὐτὸ πρᾶξαι κατὰ τὴν ἐπὶ Γρανικῷ μάχην: κατὰ νώτου γὰρ λαβεῖν τὸν ποταμόν, ὅπως μηδεὶς ἐπιβάληται φεύγειν προδήλου τῆς ἀπωλείας οὔσης τῶν διωκομένων ἐν τῷ τοῦ ποταμοῦ ῥείθρῳ. καὶ γὰρ κατὰ τοὺς ὕστερον χρόνους Ἀγαθοκλέα τὸν Συρακοσίων βασιλέα μιμησάμενον τὴν Ἀλεξάνδρου στρατηγίαν ἀνέλπιστον καὶ μεγάλην νίκην περιποιήσασθαι: [3] διαβάντα γὰρ αὐτὸν εἰς Λιβύην μετ᾽ ὀλίγης δυνάμεως καὶ τὰς ναῦς ἐμπρήσαντα παρελέσθαι μὲν τῶν στρατιωτῶν τὰς ἐκ τοῦ φεύγειν ἐλπίδας, συναναγκάσαι δὲ γενναίως ἀγωνίσασθαι καὶ διὰ τοῦτο Καρχηδονίων ἀντιταχθέντων πολλαῖς μυριάσι νικῆσαι. [4]

μετὰ δὲ τὴν ἅλωσιν τῆς Μιλήτου τὸ πλῆθος τῶν Περσῶν καὶ τῶν μισθοφόρων, ἔτι δ᾽ οἱ πρακτικώτατοι τῶν ἡγεμόνων συνέδραμον εἰς τὴν Ἁλικαρνασσόν. αὕτη δὲ πόλις μεγίστη τῶν κατὰ τὴν Καρίαν ἦν, βασίλεια μὲν ἐσχηκυῖα τὰ Καρῶν, ἀκροπόλεσι δὲ καλῶς κεκοσμημένη. [5] κατὰ δὲ τὸν αὐτὸν καιρὸν Μέμνων μὲν τήν τε γυναῖκα καὶ τὰ τέκνα πρὸς Δαρεῖον ἔπεμψε καὶ τούτῳ παραθέμενος ἅμα μὲν ὑπέλαβε τῆς ἀσφαλείας αὐτῶν καλῶς πεπρονοῆσθαι, ἅμα δὲ τὸν βασιλέα καλοὺς ὁμήρους ἔχοντα προθυμότερον ἐμπιστεύσειν αὐτῷ τὴν τῶν ὅλων ἡγεμονίαν: ὅπερ καὶ συνέβη γενέσθαι. [6] εὐθὺς γὰρ Δαρεῖος ἔπεμψεν ἐπιστολὰς πρὸς τοὺς κατὰ θάλατταν οἰκοῦντας, προστάττων ἅπαντας ὑπακούειν τῷ Μέμνονι. διόπερ οὗτος παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν παρεσκευάζετο πάντα τὰ χρήσιμα πρὸς πολιορκίαν ἐν τῇ πόλει τῶν Ἁλικαρνασσέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: