previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. οἱ δὲ Τύριοι χαλκεῖς ἔχοντες τεχνίτας καὶ μηχανοποιοὺς κατεσκεύασαν φιλότεχνα βοηθήματα. πρὸς μὲν γὰρ τὰ καταπελτικὰ βέλη τροχοὺς κατεσκεύασαν διειλημμένους πυκνοῖς διαφράγμασι, τούτους δὲ διά τινος μηχανῆς δινεύοντες τὰ μὲν συνέτριβον, τὰ δὲ παρέσυρον τῶν βελῶν, πάντων δὲ τὴν ἐκ τῆς βίας φορὰν ἐξέλυον: τοὺς δ᾽ ἐκ τῶν πετροβόλων φερομένους λίθους δεχόμενοι μαλακαῖς τισι καὶ συνενδιδούσαις κατασκευαῖς ἐπράυνον τὴν ἐκ τῆς ὀργανικῆς βίας δύναμιν. [2] δὲ βασιλεὺς ἅμα τῇ κατὰ τὸ χῶμα προσβολῇ παντὶ τῷ στόλῳ περιέπλει τὴν πόλιν καὶ τὰ τείχη περιεσκέπτετο καὶ φανερὸς ἦν πολιορκήσων τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [3] τῶν δὲ Τυρίων ἀνταναχθῆναι μὲν τῷ στόλῳ μηκέτι τολμώντων, τρισὶ δὲ ναυσὶν ὁρμούντων πρὸ τοῦ λιμένος βασιλεὺς ἐπιπλεύσας αὐταῖς καὶ πάσας συντρίψας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν. οἱ δὲ Τύριοι βουλόμενοι διπλασιάσαι τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν, ἀποστήσαντες πέντε πήχεις ἕτερον τεῖχος ᾠκοδόμουν δέκα πηχῶν τὸ πλάτος καὶ τὴν ἀνὰ μέσον τῶν τειχῶν σύριγγα λίθων καὶ χώματος ἐπλήρουν. [4] δ᾽ Ἀλέξανδρος τὰς τριήρεις ζευγνύων καὶ μηχανὰς παντοδαπὰς αὐταῖς ἐπιστήσας κατέβαλεν ἐπὶ πλέθρον τοῦ τείχους: καὶ διὰ τοῦ πτώματος εἰσέπιπτον εἰς τὴν πόλιν. [5] οἱ δὲ Τύριοι τοὺς εἰσβιαζομένους πυκνοῖς βέλεσι βάλλοντες μόγις ἀπεστρέψαντο καὶ τὸ πεπτωκὸς μέρος τοῦ τείχους ἀνῳκοδόμησαν νυκτὸς ἐπιλαβούσης. μετὰ δὲ ταῦτα τοῦ χώματος συνάψαντος τῷ τείχει καὶ τῆς πόλεως χερρονήσου γενομένης πολλοὺς καὶ μεγάλους ἀγῶνας συνέβαινε γίνεσθαι κατὰ τὴν τειχομαχίαν. [6] οἱ μὲν γὰρ τὸ δεινὸν ἔχοντες ἐν ὀφθαλμοῖς καὶ τὴν ἐκ τῆς ἁλώσεως συμφορὰν ἀναλογιζόμενοι ταῖς ψυχαῖς οὕτω παρέστησαν πρὸς τὸν κίνδυνον ὥστε τοῦ θανάτου καταφρονῆσαι. [7] τῶν γὰρ Μακεδόνων προσαγόντων πύργους ὑψηλοὺς ἴσους τοῖς τείχεσι καὶ διὰ τούτων τὰς ἐπιβάθρας ἐπιβαλλόντων καὶ θρασέως ταῖς ἐπάλξεσιν ἐπιβαινόντων οἱ μὲν Τύριοι διὰ τὴν ἐπίνοιαν τῶν ὀργανοποιῶν πολλὰ πρὸς τὴν τειχομαχίαν εἶχον βοηθήματα. [8] χαλκευσάμενοι γὰρ εὐμεγέθεις τριόδοντας παρηγκιστρωμένους τούτοις ἔτυπτον ἐκ χειρὸς τοὺς ἐπὶ τῶν πύργων καθεστῶτας. ἐμπηγνυμένων δὲ εἰς τὰς ἀσπίδας τούτων καὶ κάλους ἐχόντων προσδεδεμένους εἷλκον πρὸς ἑαυτοὺς ἐπιλαμβανόμενοι τῶν κάλων. [9] ἀναγκαῖον οὖν ἦν προΐεσθαι τὰ ὅπλα καὶ γυμνουμένους τὰ σώματα κατατιτρώσκεσθαι πολλῶν φερομένων βελῶν τηροῦντας τὰ ὅπλα διὰ τὴν αἰσχύνην πίπτειν ἀφ᾽ ὑψηλῶν πύργων καὶ τελευτᾶν. [10] ἄλλοι δ᾽ ἁλιευτικὰ δίκτυα τοῖς ἐπὶ τῶν ἐπιβαθρῶν διαμαχομένοις ἐπιρριπτοῦντες καὶ τὰς χεῖρας ἀχρήστους ποιοῦντες κατέσπων καὶ περιεκύλιον ἀπὸ τῆς ἐπιβάθρας ἐπὶ τὴν γῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: